Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σίρρα, πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. τὸ ἐθνικὸν Σιρραῖος.
…ἑκκαιδεκάτῃ. Φλέγρα πόλις Θρᾴκης, ἣν Εὔδοξος μετὰ ταῦτα Παλλήνην φησὶ κληθῆναι. Σέρρα ἀκρωτήριον Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Ἀχέρραι πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλ…