Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σπάρτη, Λακωνικὸν χωρίον, ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, περὶ ὧν Τιμαγόρας φησίν “ἐκπεσόντας δὲ αὐτοὺς εἰς τὴν Λακωνικὴν Σπάρτην ἀφ´ ἑαυτῶν ὀνομάσαι”. τὸ ἐθνικὸν Σπαρτιᾶται, τὸ θηλυκὸν Σπαρτιᾶτις καὶ Σπαρτιάς. τὸ κτητικὸν Σπαρτιατικός. τὰ τοπικά, ἐκ τόπου Σπάρτηθεν, εἰς τόπον Σπάρτηνδε. ἔστι καὶ Σπάρτον ὄρος καὶ Σπάρτη κώμη πλησίον τοῦ Εὐξείνου πόντου.
…τριος δὲ τῆς σημαντικῆς τοῦ αἰγιαλοῦ καὶ τῆς περὶ τὸν Ἄθω χώρας μόνον ἐμνημόνευσεν. βλαστή. τοῦτό τινες βαρύνουσιν. τὸ μέντοι κίστη βαρύνεται καὶ τὸ πέλτη ἡ ἀσπίς. τὰ δὲ κύρια βαρύνεται, Δίκτη ὄρος Κρήτης. Καλλίμαχος... Σπάρτη Λακωνικὸν χωρίον ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, περὶ ὧν Τιμαγόρας φησίν. »ἐκπεσόντας δὲ αὐτοὺς εἰς τὴν Λακωνικὴν Σπάρτην ἀφ´ ἑαυτῶν ὀνομάσαι« ἢ ἀπὸ Σπαρτοῦ τοῦ Ἀμύκλαντος τοῦ Λέλεγος τοῦ Σπαρτοῦ ἢ διὰ τὸ τοὺς πρώτους συνοικίσαντας τὴν πόλιν Λέλεγας. διεσπαρμένους γὰρ εἰς ταὐτὸν συνελθεῖν καὶ μίαν οἴκησιν ποιήσασθαι. ἔστι καὶ Σπάρτη κώμη πλησίον τοῦ Εὐξείνου …