Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σπάρτωλος, πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ. τὸ ἐθνικὸν Σπαρτώλιος.
…μένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν 'τ' ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος βαρύνεται. ἔστι δὲ πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ (c. 79). τὰ γὰρ δύο σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλ´ ἐν διαστάσει. τὸ δὲ Αἰτωλός τριγενές. Τὰ διὰ τοῦ 'ωλος' ὑπερδισύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλός, αἰτωλός τὸ ἐπίθετον παρὰ τὸ ῥῆμα τὸ αἰτεῖν, ἁ…