Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Στάσις, πόλις Περσικὴ ἐπὶ πέτρης μεγάλης. ἣν εἶχεν Ἀντίοχος ὁ Σελεύκου. τὸ ἐθνικὸν Στασίτης, τῆς δὲ χώρας Στασηνός.
…ῳ Αἰγυπτιακῶν. Ξενέφυρις κώμη Λιβύης πλησίον Ἀλεξανδρείας. Τὰ εἰς 'σις' ἀπὸ μέλλοντος γινόμενα ἢ ἀπὸ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται, ποιήσω ποίησις, λύσω λύσις, κέκρισαι κρίσις, στάσις. ἔστι καὶ Στάσις πόλις Περσικὴ ἐπὶ πέτρης μεγάλης. τρῆσις καὶ Εὔτρησις κώμη Βοιωτίας. Ὅμηρος «Κώπας Εὔτρησίν τε» (Il. Β 502). ἐκλήθη δὲ οὕτως διὰ τὸ πολλαῖς αὐτὴν πρότερον χρήσασθαι ῥύμαις, ὡς Ἐπαφρόδιτος. ἄνυσις. ἐστὶ καὶ πόλις Αἰγύπτου Ἄνυσις. Τὰ μέντοι παρώνυμα χαίρ…