Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Στῆλαι, πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύμνης. τὸ ἐθνικὸν Στηλαῖος, ὡς Λάμπη Λαμπαῖος. ἀλλὰ καὶ Στηλίτης, ὡς παρὰ τὸ ἀγαλμαϊστὸν λίθον, ἀφ´ οὗ καὶ στηλιτεύω.
…ης. εἰσὶ δὲ καὶ Ἁλαί πόλισμα Βοιωτίας. Παυσανίας ἐνάτῳ ( 24, 5). καὶ τῆς Κιλικίας δὲ πόλις. τὸ δὲ γαλῆ περισπᾶται ἀπὸ συναιρέσεως. Τὰ διὰ τοῦ 'ηλη' δισύλλαβα βαρύνεται, εἰ μὴ ἀπὸ δασέος ἄρχοιτο συμφώνου, στήλη· ἔστι καὶ Στῆλαι πόλις Κρήτης πλησίον Παραισοῦ καὶ Ῥιθύμνης. μήλη, κήλη, Πήλη μικρὰ νῆσος, μεθ´ ὧν καὶ ἴλη ἄθροισις, τὸ δὲ χηλή καὶ θηλή ὀξύνεται ὡς ἀπὸ δασέος ἀρχόμενα.