Στρατία, βαρυτόνως, Ἀρκαδικὴ πόλις. Ὅμηρος “Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην”. ὠνόμασται δὲ ἀπὸ τῆς θυγατρὸς Φενεοῦ. βαρυτονητέον δὲ τὰ ὀνόματα εἰς ἰδιότητα. τρία δὲ σημαίνει ἡ στρατία, τὴν πόλιν καὶ τὸ σύστημα τοῦ στρατοῦ μετὰ τῆς αὐτῆς γραφῆς, ἀλλὰ τόνου διαφόρου· ὀξύνεται γὰρ τὸ δηλωτικὸν τοῦ συστήματος, τοῦ τῆς πόλεως βαρυνομένου. τὸ δὲ ἀξίωμα ἡ στρατεία καὶ διὰ διφθόγγου καὶ βαρύνεται. τὸ ἐθνικὸν Στρατιεύς καὶ Στρατιάτης.
Translation pending