Σύβαρις

Stephanos of Byzantium - Ethnika

Σύβαρις OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #302
Greek source: meineke
Meineke: 589.3 | Billerbeck: Σ302
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-21
Word count: 48
Source: vol4_252.jpg
Edit
Σύβαρις, πόλις Ἰταλίας καὶ ποταμός. ἡ δὲ πόλις ὕστερον ὠνομάσθη Θούριον· ἥλω δὲ ὑπὸ Κροτωνιατῶν χρησμοῦ δοθέντος αὐτοῖς εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ ἐν θαλίῃσι θεῶν τιμῶν γένος αἰὲν ἐόντων, εὖτ´ ἂν δὴ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίζῃ, τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει. ἐγένετο δ´ αὐτῶν ὄλεθρος κατὰ τὸ μαντεῖον οὕτως. τῶν Συβαριτῶν τις οἰκέτην ἐμαστίγου ἐν ἀγρῷ, τοῦ δὲ καταφυγόντος ἐπὶ τὴν θεὸν ὁ δεσπότης ἐπέμενε παίων· ὁ δὲ παῖς, ἐπεὶ οὐδὲν ὠφέλει, εὐθέως ἐπὶ τὴν στήλην τοῦ πατρὸς καταντήσας ἔτυχεν αἰδοῦς, καὶ εὐθὺς ἀπεστράφη τὸ ἄγαλμα τῆς Ἥρας. ὁ πολίτης Συβαρίτης. καὶ θηλυκὸν Συβαρῖτις. καὶ Συβαριτικός καὶ Συβαριτικὴ συμφορά.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.99
char LCS 29 (5.4%) · word LCS 5 (4.8%)
Stephanos
Σύβαρις, πόλις Ἰταλίας καὶ ποταμός. ἡ δὲ πόλις ὕστερον ὠνομάσθη Θούριον· ἥλω δὲ ὑπὸ Κροτωνιατῶν χρησμοῦ δοθέντος αὐτοῖς εὐδαίμων, Συβαρῖτα, πανευδαίμων σὺ μὲν αἰεὶ ἐν θαλίῃσι θεῶν τιμῶν γένος αἰὲν ἐόντων, εὖτ´ ἂν δὴ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίζῃ, την…
Herodian
…Κυζίκῳ. κεδρίς. τὸ δὲ ἄγγρις δεδιπλασίασται. * Τὰ εἰς 'τρις' δισύλλαβα παρώνυμα ὀξύνεται οἷον πατρίς, τὰ δὲ μὴ οὕτως βαρύνεται οἷον λάτρις. Τὰ εἰς 'ρις' ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ 'α' βαρύνεται, κίθαρις, εὔμαρις, Σύβαρις πόλις Ἰταλίας καὶ ποταμός. κάππαρις. Ἵλαρις πόλις Λυκίας, Μάσαρις ὁ Διόνυσος παρὰ Καρσίν, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ ἢ ἐν τῇ τρίτῃ τὸ 'ε' ἔχοντα· τότε γὰρ ὀξύνεται, Μεγαρίς, βλεφαρίς, θεαρίς ἡ θεωρίς, ἐαρίς. Γαργαρίς, Γαδαρίς, Ἰσμαρ…