Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Συήνη, πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθ´ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται τῆς πόλεως Παυσανίας. κέκληται δὲ ἀπὸ Συήνου Ἀέτου παιδός. ὁ πολίτης Συηνίτης. τὸ κτητικὸν Συηνιτικόν.
…φανός φησιν ἀπὸ Δέσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης, προσηγορεῦσθαι. Ξιφήνη χώρα Παλαιστίνης. Σιδήνη πόλις Λυκίας ὡς Ξάνθος ἐν Λυδιακῶν τετάρτῳ. Βαρήνη πόλις Μηδίας ἐγγὺς Ἀγβατάνων. Συήνη πόλις μέση Αἰγύπτου καὶ Αἰθιοπίας ἐπὶ τῷ Νείλῳ, μεθ´ ἣν ὠνόμασται Σῖρις ὁ ποταμός. μέμνηται δὲ πόλεως Παυσανίας (I 33, 4 e. g.), κέκληται δὲ ἀπὸ Συήνου Ἀετοῦ παιδός. Φιδήνη πόλις Ἀλβανῶν. ἔοικε καὶ Φίδηνα λέγεσθαι ὡς Ῥάβεννα. Μυκῆναι πόλις Πελοποννήσου. Ὅμηρος «οἳ δὲ Μυκήνας εἶχον (Β 569) ἀπὸ Μυκηνέως τοῦ Σπάρ…