Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σύϊς, πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιηγήσει. καὶ νομὸς Συΐτης.
…ΐς, Τρωΐς, Ἀθωΐς, Ὁμολωΐς· Ὁμολωΐδες Θηβῶν πύλαι πρὸς τῷ ὄρει. Ἀχελωΐς. ὁ δὲ λόγος ἐπὶ Ἑλληνικῶν ὀνομάτων, μή τις τὸ Ξόϊς καὶ Σάϊς Αἰγύπτια ὄντα καὶ παρ´ Ἡροδότῳ λεχθέντα παράθηται. ὡσαύτως δὲ καὶ Θμοῦις πόλις Αἰγύπτου, Σύϊς πόλις Αἰγύπτου, ὡς Ἑκαταῖος ἐν τῇ αὐτῆς περιηγήσει, καὶ Κρῶϊς Ἀράβων πόλις βαρύνονται. Τούτῳ τῷ λόγῳ καὶ δαΐς ἡ μάχη ὀξύνεται, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου ὥσπερ καὶ τὸ ἀκρίς. τὸ δὲ Κράταιϊς δοκεῖ ἐπὶ τοῦ κυρίου βεβαρυτονῆσθαι …