Συκαί

Stephanos of Byzantium - Ethnika

Συκαί OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #311
Greek source: meineke
Meineke: 590.12 | Billerbeck: Σ311
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-21
Word count: 80
Source: vol4_256.jpg
Edit
Συκαί, πόλις ἀντικρὺ τῆς νέας Ῥώμης. [ἡ καθ´ ἡμᾶς Ἰουστινιαναί, προσαγορευθεῖσα]. Στράβων ἑνικῶς αὐτὴν λέγει Συκήν .... οἰκειότερον δέ, ὡς λέγονται, Συκαί καλοῖντ´ ἄν. οἱ τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖς ὄντων ὀνομάζονται, Κυπάρισσος Ἐλαία, καὶ τύπῳ περιεκτικῶν Σικυών Μαραθών, καὶ εἰς « ους » Δαφνοῦς Κερασοῦς Φηγοῦς Μυρρινοῦς Ἀχερδοῦς Ἁγνοῦς Σελινοῦς. [ἡ πόλις αὕτη παρὰ τὸ γεννικῶς ἀνθεῖν Ἄνθουσα.] οὐδὲν τῶν τοιούτων εἰς « ις » λήγει, Συκίς, ἀλλ´ ἐχρῆν ἢ Συκάς ἢ Συκήν ἢ Συκοῦντα ἢ Συκῶνα καλεῖσθαι. ἔστι καὶ ἄλλη Συκή πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας. [φησὶν ἕνα τῶν Τιτάνων Συκέα διωκόμενον τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν τοῦτο.] ὁ πολίτης ὤφειλε Συκαῖος. ἔστι δὲ νῦν Συκαΐτης, ὅπερ ἐστὶν ἀπὸ τῆς Συκαῖος, ὡς Θηβαῖος Θηβαΐτης.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.88
char LCS 74 (12.1%) · word LCS 13 (11.0%)
Stephanos
…[ἡ καθ´ ἡμᾶς Ἰουστινιαναί, προσαγορευθεῖσα]. Στράβων ἑνικῶς αὐτὴν λέγει Συκήν .... οἰκειότερον δέ, ὡς λέγονται, Συκαί καλοῖντ´ ἄν. οἱ τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖς ὄντων ὀνομάζονται, Κυπάρισσος Ἐλαία, καὶ τύπῳ περιεκτικῶν Σικυών Μαραθών, καὶ εἰς « ους » Δαφνοῦς Κερασοῦς Φηγοῦς Μυρρινοῦς Ἀχερδοῦς Ἁγνοῦς Σελινοῦς. [ἡ πόλις αὕτη παρὰ τὸ γεννικῶς ἀνθεῖν Ἄνθουσα.] οὐδὲν τῶν τοιούτων εἰς « ις » λήγει, Συκίς, ἀλλ´ ἐχρῆν ἢ Συκάς ἢ Συκήν ἢ Συκοῦντα ἢ Συκῶνα καλεῖσθαι. ἔστι καὶ ἄλλη Συκή πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα …
Herodian
…». ἔστι δὲ καὶ Χαλκίς ποταμός, ἀφ´ οὗ ἡ Χαλκῖτις νῆσος ἐκλήθη. φαρκίς, κηκίς. Γραικίς, Σακίς, Συκίς πόλις ἀπὸ τῶν συκῶν καλουμένη. οἱ τόποι γὰρ ἀπὸ τῶν ἐν αὐτοῖς ὄντων ὀνομάζονται, Κυπάρισσος, Ἐλαία, καὶ τύπῳ περιεκτικῷ Σικυών Μαραθών καὶ εἰς 'ους' Δαφνοῦς, Κερασοῦς, Φηγοῦς, Μυρρινοῦς, Ἀχερδοῦς, Ἀγνοῦς, Σελινοῦς. οὐδὲν δὲ τῶν τοιούτων εἰς 'ις' λήγει, Συκίς, ἀλλ´ ἐχρῆν ἢ Συκᾶς ὡς καὶ λέγονται, ἢ Συκῆν, ὡς Στράβων αὐτὴν λέγει, ἢ Συκοῦντα ἢ Συκῶνα λέγεσθαι. τὸ δὲ Κίκις βαρύνεται. ἔτι καὶ τὰ ὑπερδισύλλαβα, παλλακίς, πινακίς, φαρμακ…
Herodian 1.313
char LCS 67 (11.0%) · word LCS 12 (10.2%)
Stephanos
…ς « ους » Δαφνοῦς Κερασοῦς Φηγοῦς Μυρρινοῦς Ἀχερδοῦς Ἁγνοῦς Σελινοῦς. [ἡ πόλις αὕτη παρὰ τὸ γεννικῶς ἀνθεῖν Ἄνθουσα.] οὐδὲν τῶν τοιούτων εἰς « ις » λήγει, Συκίς, ἀλλ´ ἐχρῆν ἢ Συκάς ἢ Συκήν ἢ Συκοῦντα ἢ Συκῶνα καλεῖσθαι. ἔστι καὶ ἄλλη Συκή πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας. [φησὶν ἕνα τῶν Τιτάνων Συκέα διωκόμενον τὴν μητέρα Γῆν ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν τοῦτο.] ὁ πολίτης ὤφειλε Συκαῖος. ἔστι δὲ νῦν Συκαΐτης, ὅπερ ἐστὶν ἀπὸ τῆς Συκαῖος, ὡς Θηβαῖος Θηβαΐτης.
Herodian
…ημαῖνον φωνὴν λέοντος. τὸ δὲ ἠκή ἄρχεται ἀπὸ φωνήεντος. τὸ δὲ συκῆ ἀπὸ τοῦ συκέα συναλειφθὲν περισπᾶται. ἔστι καὶ Συκῆ πόλις ἀντικρὺ Βυζαντίου. Στράβων ἑνικῶς λέγει Συκῆν. οἰκειότερον δέ, ὡς λέγονται, Συκαῖ λέγοιντ´ ἄν. ἔστι καὶ ἄλλη Συκῆ πλησίον Συρακουσῶν. καὶ Κιλικίας. ἔστι καὶ ἑτέρα Ἀλεξανδρείας. Τὰ εἰς 'κη' ἰαμβικὰ ἀσυνάλειπτα, εἰ μὲν τῷ 'ο' παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα, πλέκω πλοκή, δέκω δοκή ἡ ὑπόνοια, πέκω ποκή τὸ ἔριον. τὸ μέντοι κρόκη ἀπὸ τοῦ κροκός. εἰ δὲ ἄλλῳ φωνήεντι, βαρύνεται, δίκη. ἔστι δὲ το…