Σύνναδα

Stephanos of Byzantium - Ethnika

Σύνναδα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #321
Greek source: meineke
Meineke: 592.3 | Billerbeck: Σ321
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-21
Word count: 81
Source: vol4_260.jpg
Edit
Σύνναδα, πόλις Φρυγίας “.... καὶ Δοκίμεια κώμη ἐπέκεινα αὐτῆς ... οἱ δ´ ἐπιχώριοι Δοκιμῖτιν καὶ Δοκιμαίαν”. λέγουσι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωικὰ ἀποπλανηθέντα ἐλθεῖν εἰς Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάστην καὶ βοηθήσαντα αὐτῷ λαβεῖν χώραν καὶ κτίσαι πόλιν· συναθροίσαντα δὲ πολλοὺς οἰκήτορας τῶν ἀπὸ τῆς Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν, τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγορεῦσαι, μετὰ δὲ ταῦτα παρεφθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κληθῆναι. ὁ πολίτης Συνναδεύς. οὕτω γὰρ καὶ ἐπὶ τοῦ παρόντος λέγεται.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.379
char LCS 335 (72.4%) · word LCS 57 (70.4%)
Stephanos
Σύνναδα, πόλις Φρυγίας “.... καὶ Δοκίμεια κώμη ἐπέκεινα αὐτῆς ... οἱ δ´ ἐπιχώριοι Δοκιμῖτιν καὶ Δοκιμαίαν”. λέγουσι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωικὰ ἀποπλανηθέντα ἐλθεῖν εἰς Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάστην καὶ βοηθήσαντα αὐτῷ λαβεῖν χώραν καὶ κτίσαι πόλιν· συναθροίσαντα δὲ πολλοὺς οἰκήτορας τῶν ἀπὸ τῆς Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν, τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγορεῦσαι, μετὰ δὲ ταῦτα παρεφθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κληθῆναι. ὁ πολίτης Συνναδεύς. οὕτω γὰρ καὶ ἐπὶ τοῦ παρόντος λέγεται.
Herodian
…ν' καὶ 'δον' οὐδέτερα κύρια ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Βήσσυγα ἐμπόριον τῆς Ἰνδικῆς. Ἔγγαδα κώμη μεγάλη πλησίον Σοδόμων Ἀραβίας. Μασανώραδα πόλις Καρίας ἀπὸ Μασανωράδου τοῦ Κινδαψοῦ παιδός. Σύνναδα πόλις Φρυγίας. λέγουσι δὲ Ἀκάμαντα μετὰ τὰ Τρωϊκὰ ἀποπλανηθέντα ἐλθεῖν εἰς Φρυγίαν καὶ καταλαβεῖν πολιορκούμενον τὸν τῶν τόπων δυνάστην καὶ βοηθήσαντα αὐτῷ λαβεῖν χώραν καὶ κτίσαι πόλιν· συναθροίσαντα δὲ πολλοὺς οἰκήτορας τῶν ἀπὸ τῆς Ἑλλάδος Μακεδόνων κατὰ τὴν Ἀσίαν τὸ μὲν πρῶτον αὐτὴν ἀπὸ τῆς συναγωγῆς καὶ συνοικήσεως Σύνναια προσαγορεῦσαι, μετὰ δὲ ταῦτα παρεφθαρμένως ὑπὸ τῶν πλησιοχώρων Σύνναδα κληθῆναι. Ψίμαδα χωρίον Ἰσαυρίας. Ἄμβλαδα πόλις Πισιδίας. Στράβων δωδεκάτῃ «εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Ἴσινδα καὶ Ἄμβλαδα». Γάλαδα χώρα Ἀραβίας. Σέβεδα λιμὴν Λυκίας, ὡς Ἀλέξανδρος ἐν περίπλῳ. Ζάβιδα κώμη τ…