Συράκουσαι

Stephanos of Byzantium - Ethnika

Συράκουσαι OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #323
Greek source: meineke
Meineke: 592.17 | Billerbeck: Σ323
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-21
Word count: 101
Source: vol4_262.jpg
Edit
Συράκουσαι, πόλις Σικελίας μεγίστη, ὡς Ἑκαταῖος Εὐρώπῃ, κτίσμα μὲν Ἀρχίου, Κορίνθου δ´ ἄποικος, τοῖς ἐν Σικελίᾳ [Μεγάροις] καὶ Νάξῳ ὁμόχρονος. φασὶ δὲ Μύσκελλον τὸν Κρότωνος οἰκιστὴν καὶ τὸν ταύτης Ἀρχίαν Πυθοῖ χρηστηριαζομένους ἐρωτηθῆναι ἐκ τῆς Πυθίας, πότερον βούλονται πλοῦτον ἔχειν ἢ ὑγίειαν, καὶ Μύσκελλον μὲν ὑγιαίνειν, Ἀρχίαν δὲ πλοῦτον εἰπεῖν, καὶ τῷ μὲν δοῦναι κτίσαι Συράκουσαν τῷ δὲ Κρότωνα, καὶ συμβῆναι τοὺς Κροτωνιάτας ὑγιεινὴν οἰκῆσαι τὴν πόλιν καὶ ἀθλητὰς εἶναι, Συρακουσίους δὲ πλουτεῖν ἐπὶ τοσοῦτον, ὡς καὶ παροιμίαν ἐκπεσεῖν ἐπὶ τῶν εὐτελῶν τὴν “ὡς οὐκ ἂν ἐκγένοιτο αὐτοῖς Συρακουσίων δεκάτη”. τὸ ἐθνικὸν Συρακούσιος καὶ Συρακουσία τὸ θηλυκόν, καὶ λίμνη, ἥ τις καλεῖται Συρακώ καὶ Συρακοσεύς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.