Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Συρμαῖον, πεδίον μεταξὺ Νομάδων τε καὶ Ναβαταίων. τὸ ἐθνικὸν Συρμαῖος.
…. Παυσανίας Ἠλιακῶν αʹ (c. 6, 7). Σάρδαιον ὄρος περὶ Ἀσωπόν. Μάρκαιον ὄρος τῆς Τρῳάδος πρὸς τῇ Γέργιθι. Λήναια ἀγὼν Διονύσου ἐν ἀγροῖς. τὸ δὲ Τομαῖον ὄρος παρὰ τὸ Κορυφάσιον τῆς Πύλου καὶ Σηταῖον χωρίον παρὰ Σύβαριν καὶ Συρμαῖον πεδίον μεταξὺ Νομάδων τε καὶ Ναβαταίων. Τυχαῖον ὄρος μεταξὺ Ἐρετρίας καὶ Βοιωτίας καὶ Θυραῖον πόλις Ἀρκάδων καὶ Πισσαῖον πόλις Πελαγονίας. Μαζαῖον τόπος ἐν Βιθυνίᾳ κατὰ παραφθορὰν ἐκ τοῦ Ἀμαζόνειον, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. Ῥιπαῖα ὄρος Ὑπερβορέων—προπερισπᾶτ…