Σύρνα

Stephanos of Byzantium - Ethnika

Σύρνα OCR ✓ Trans ✓ Confirmed ✓
city
Σύρνα, πόλις Καρίας. ἔκτισται δὲ ὑπὸ Ποδαλειρίου· ἐκπεσόντα γὰρ αὐτὸν εἰς Καρίαν σωθῆναι ὑπό τινος αἰγοβοσκοῦ καὶ ἀχθῆναι πρὸς Δαμαιθὸν Καρίας βασιλέα, οὗ τὴν θυγατέρα Σύρναν πεσοῦσαν ἀπὸ τοῦ τέγους ὑπ´ αὐτοῦ θεραπευθῆναι. φησὶ δὲ οὕτως “ἀθυμοῦντος δὲ τοῦ Δαμαιθοῦ τὸν Ποδαλείριον ἀφ´ ἑκατέρου τῶν βραχιόνων αἷμα ἀφελόντα σῶσαι τὴν παῖδα, τὸν δὲ θαυμάσαντα συνοικίσαι αὐτῷ τὴν παῖδα καὶ δοῦναι τὴν χερρόνησον· ἐν ᾗ δύο πόλεις κτίσαντα τὴν μὲν ἀπὸ [τῆς] γυναικὸς Σύρνον, τὴν δὲ ἑτέραν ἀπὸ τοῦ σώσαντος αὐτὸν νομέως [Βυβασσὸν καλέσαι]”. τὸ ἐθνικὸν Σύρνιοι. τὸ θηλυκὸν Συρνιάς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.