Σύροι

Stephanos of Byzantium - Ethnika

Σύροι OCR ✓ Trans ✓ Confirmed ✓
people
Entry #329
Greek source: meineke
Meineke: 594.7 | Billerbeck: Σ329
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-21
Word count: 50
Source: vol4_264.jpg
Edit
Σύροι, κοινὸν ὄνομα πολλῶν ἐθνῶν. λέγονται καὶ Λευκόσυροι· Στράβων ἑκκαιδεκάτῃ “δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται”. τὸ κτητικὸν Συρικός.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.200
char LCS 209 (79.2%) · word LCS 41 (80.4%)
Stephanos
Σύροι, κοινὸν ὄνομα πολλῶν ἐθνῶν. λέγονται καὶ Λευκόσυροι· Στράβων ἑκκαιδεκάτῃ “δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται”. τὸ κτητικὸν Συρικός.
Herodian
…ατὰ Σελινοῦντα Σικελίας ποταμὸν καὶ πόλις ὁμώνυμος. Κίνυρος Κουρέως πατήρ. Λάμυρος ποταμὸς Λυκίας. Λίγυρος ποταμὸς Ἰβηρίας. Λίμυρος ποταμὸς Λυκίας. Λευκόσυρος ποταμὸς Κιλικίας ὁ ὕστερον Πύραμος. λέγονται καὶ Σύροι ἔθνος Λευκόσυροι. Στράβων ἑκκαιδεκάτῃ «δοκεῖ δὲ ἀπὸ Βαβυλωνίας τῶν Σύρων τὸ ὄνομα διατείνειν μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ἀπὸ δὲ τούτου μέχρι τοῦ Εὐξείνου πόντου. οἱ γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται». Νίσυρος νῆσος μία τῶν Κυκλάδων «οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον» (Β 676). Τάπυρος ἔθνος οὐ πόρρω Ὑρκανίας. Λέσυρος ποταμός. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λέσυρος ποταμός». τὸ δὲ ἀχυρός ὁ ἀχυρών παρὰ Ἀττικοῖς …