Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σῦρος, νῆσος Ἰωνική. ὡς Στράβων δεκάτῃ, τὸ « υ » μακρόν. τὸ ἐθνικὸν Σύριος. νῆσος Ἀκαρνανίας.
…αλεῖ. Μύρος ποταμὸς παραρρέων Μύραν πόλιν ὁ καὶ Μύρων. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται, Κῦρος, Σκῦρος, ἡ νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ «Σκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες». Σφῦρος, Σῦρος νῆσος Ἰωνική, ὡς Στράβων δεκάτῃ, ἣν ὁ ποιητὴς Συρίην καλεῖ ἐν Ὀδυσσείᾳ (o 403) ἥτις μηκύνει τὴν πρώτην. μὴ οὕτω δέ, ὀξύνεται, πυρός ὁ σῖτος, τυρός, ξυρός. Τὰ εἰς 'ρος' μονογενῆ δισύλλαβα παραληγόμενα τῷ 'ω' βαρύνεται, Δῶρος ὁ Ἕλληνος καὶ πόλις Φοινίκη…