Σφακτήρια, οὐδετέρως. ἔστι δὲ μεθόριον Ἠλείων τῆς πρὸς Μεσσήνην χώρας. κέκληται δ´ οὕτως, ὥς φησιν Ἐχεφυλίδης, διὰ τὸ ἐν αὐτῷ σφαγιασαμένους τοὺς Ἡρακλείδας πρὸς Ὄξυλον ποιήσασθαι συνθήκας περὶ φιλίας καὶ ὁμονοίας. ἔστι καὶ νῆσος Σφακτηρία ἧς μνημονεύει Παυσανίας ἐν τρίτῳ περιηγήσεως Ἑλλάδος. ἐκαλεῖτο καὶ Σφαγία, ὡς Φαβωρῖνος. ἔστι καὶ Σφαγῖτις ἄκρα Σκυθίας. τὸ ἐθνικὸν ἀπὸ τῆς ἀναλογίας Σφακτηριεύς καὶ Σφακτηριώτης, καὶ τοῦ Σφαγία Σφαγιεύς, ὡς τοῦ Ὑρία Ὑριεύς.
Translation pending