Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σχερία, ἡ Φαιακία. κέκληται, ὡς Ἀριστοτέλης φησίν, ἀπὸ τοῦ τὴν Δήμητραν φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐπιχεόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι τοῦ Ποσειδῶνος ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα. ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης Σχερίαν αὐτὴν κληθῆναι. τὸ ἐθνικὸν Σχεριεύς. οἱ ἐνοικοῦντες Σχέριοι ἤτοι Φαίακες.
…πόλις ἐν ὁμωνύμῳ χωρίῳ. Πτερία πόλις Σινώπης καὶ Μήδων, ἣ καὶ Πτέριον λέγεται. Σκαμανδρία πόλις Τροίας. Σφακτηρία νῆσος, ἧς μνημονεύει Παυσανίας ἐν τρίτῳ περιηγήσεως Ἑλλάδος (c. 5, 5). ἐκαλεῖτο καὶ Σφαγία, ὡς Φαβωρῖνος. Σχερία ἡ Φαιακία. κέκληται, ὡς Ἀριστοτέλης φησίν, ἀπὸ τοῦ τὴν Δήμητραν φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐπιχεόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι τοῦ Ποσειδῶνος ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα. ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης Σχερίαν αὐτὴν κεκλῆσθαι. Ταλαρία πόλις Συρακουσίων. Θεόπομπος ἐν Φιλιππικῶν μʹ. Ποιμανδρία· οὕτως ἐκαλεῖτο πρότερον Τάναγρα.