Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σωσάνδρα, νῆσος περὶ Κρήτην. ἐκλήθη δὲ ἐπειδή ποτε τῶν Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτήν. ὁ νησιώτης Σωσάνδριος.
…αλάκραι ἄκρα τῆς Ἴδης, ἥτις οὐκ ἔχει ζῶν φυτὸν διὰ τὴν χιόνα καὶ τὸν κρύσταλλον, ἀλλ´ ἐψίλωται. καὶ πάντα τὰ ἐψιλωμένα ὄρη ἐλέγετο Φαλάκραι. Ἱππουάκρα πόλις Λιβύης. Σωσάνδρα νῆσος περὶ Κρήτην. ἐκλήθη δέ, ἐπειδή ποτε καὶ Λυττίων νύκτωρ ἐπελθόντων τῇ πόλει διασῶσαι λέγεται τοὺς εἰς αὐτὴν φυγόντας. Χαλάστρα πόλις Θρᾴκης περὶ τὸν Θερμαῖον κόλπον. Ἑκαταῖος Εὐρώπῃ »ἐν δ´ αὐτῷ Θέρμη πόλις Ἑλλήνων, ἐν δὲ Χαλάστρη πόλις Θρηΐκων«. ὠνόμασται δὲ ἀπὸ Χαλάστρης. ἔστι καὶ λίμνη τῇ πόλει ὁμώνυμος. Στράβων δ´ ἐν ἑβδόμ…