Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Σώτειρα, πόλις Ἀριηνῶν, Ἀντιόχου κτίσμα τοῦ Σελεύκου. τὸ ἐθνικὸν διὰ τὴν χώραν Σωτειρηνός.
…καὶ Καλλίμαχος Μελαινάς φησι Μελαινεῖς τὸν δῆμον τῆς Ἀντιοχίδος φυλῆς ἐν Ἑκάλῃ. τάλανος τάλαινα, Λάκων Λάκαινα, δράκων δράκαινα, θεράπαινα, θέαινα, λέαινα. Ἔτι τὰ εἰς 'ρα' βραχὺ παρεσχηματισμένα, σωτήρ σώτειρα. ἔστι καὶ πόλις Ἀριηνῶν Ἀντιόχου κτίσμα τοῦ Σελεύκου. μάκαρ μάκαιρα, πρέσβειρα, δότειρα, ὀλέτειρα, γενέτειρα, εὐπάτειρα, ἀντιάνειρα, κυδιάνειρα, κτεάνειρα, οὕτως καὶ Κάρ Κάειρα. καὶ ἔδει μὲν διὰ τοῦ 'ι' μακροῦ γράφεσθαι· Καῖρα καὶ ἐν διαλύσει Κάϊρα, ὡς Ἀπολλώνιος ἐν τῷ εʹ…