Stephanos of Byzantium - Ethnika
Tainaros: a city, named after Tainaros, brother of Geraistos and son of Zeus. Sailing with his brother Kalabros and taking possession of a certain place in the Peloponnese, he founded a sanctuary of Poseidon, which is called Tainaron. There is also Tainaros the son of Ikarios, 'after whom the city and the promontory and the harbour are called'. It is used both as masculine and as feminine. The forms 'Tainarios', 'Tainaria', and 'Tainarion' are also used. There are also 'Tainarian Thebes', as per Charax in book 2 of his Hellenika. The verb 'tainarizein' is also used, as per Hermippos in Gods: 'and you must do some παραταιναρίζειν.' Horos says in his Orthography: 'Tainaron: a plain in Lakonike, and the people in it are Tainaritai'.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ταίναρος, πόλις, ἀπὸ Ταινάρου τοῦ Γεραίστου μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός. ὃς πλέων σὺν Καλάβρῳ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖται Ταίναρον· ἔστι καὶ Ταίναρος ὁ Ἰκαρίου υἱός “ἀφ´ οὗ καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν”. λέγεται δὲ ἀρσενικῶς καὶ θηλυκῶς. λέγεται καὶ Ταινάριος καὶ Ταιναρία καὶ Ταινάριον. εἰσὶ δὲ καὶ Ταινάριοι θῆβαι, ὡς Χάραξ ἐν Ἑλληνικῶν δευτέρῳ. λέγεται καὶ ταιναρίζειν, ὡς Ἕρμιππος Θεοῖς “καὶ σέ τι χρὴ παραταιναρίζειν…
…άδων μία, περὶ ἧς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν «Ὠλίαρος Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιηʹ». Σάγγαρος ποταμός, Τόμαρος ὄρος Δωδώνης, ὅ τινες Τόμουρον. οἱ δὲ Τμάρος. Ταίναρος πόλις Λακωνικὴ ἀπὸ Ταινάρου τοῦ Γεραιστοῦ μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός· ὃς πλέων σὺν Καλαβρῷ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖται Ταίναρον. ἔστι καὶ Ταίναρος ὁ Ἰκαρίου υἱός «ἀφ´ οὗ καλεῖται ἡ πόλις καὶ ἡ ἄκρα καὶ ὁ λιμήν». Γύαρος νῆσος μία τῶν Σποράδων. Δέξαρος ἔθνος Χαόνων τοῖς Ἐγχελέαις προσεχεῖς. Μεμβλίαρος ὁ Θήραν οἰκήσας Φοῖνιξ εἷς τῶν μετὰ Κάδμου καὶ νῆσος πλησίον Θήρας ἡ νῦν Ἀνάφη. λέγεται κατ´ ἀφαίρεσιν Βλίαρος. Καλλίαρος πόλις …