Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τάκομψος, κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. τὸ ἐθνικὸν Τακομψίτης, ὡς Κάνωβος Κανωβίτης, Πεντάσχοινος Πεντασχοινίτης.
…. ὠνόμασται δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης. Αἰδηψός πόλις Εὐβοίας. Στράβων ἐνάτῳ «κεῖται δὲ κατ´ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ λουτρὰ Ἡρακλέους». Λαδεψός καὶ Τρανιψός ἔθνη Θυνῶν. Θεόπομπος ὀγδόῳ Ἑλληνικῶν. Τακομψός κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλῃ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. Τὰ εἰς 'ος' λήγοντα οὐδέτερα ὀνόματα ἀεὶ βαρύνεται, τεῖχος, βέλος, πάθος, πέλαγος, ὕψος, ὕφος, σκύφος, στῖφος, δίψος, νέφος βρέφος, λαῖφος, αἶσχος, δέλος, δέος, κλέος, μέγεθος, στέλεχος. αἱ δὲ μετοχαὶ οὐδέτεραι ὀξύνονται,…