Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ν Ταναγραίαν, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν. ἔστι δὲ τόπος τῆς τῶν Ὠρωπίων πόλεως πρὸς τῇ θαλάττῃ. ὁ πολίτης Ταναγραῖος, καὶ Ταναγρίς ἀπὸ τοῦ Τάναγρα, καὶ τὸ Ταναγραῖον. καὶ Ταναγρική. Ἡρόδοτος πέμπτῃ “Ταναγρικὴ μοῖρα”, καὶ Μένανδρος “Ταναγρικὴ γυνή”.
…ὶ ἐν Ἀθήναις τεῖχος «Πελαργικόν» ἤτοι Πελασγικόν ὡς ὁ κωμικὸς δηλοῖ ἐν τοῖς Ὄρνισιν (v. 832). «Ῥωσικὸς σκόπελος». Χαλυβδικός μετὰ τοῦ 'δ'. Λυκόφρων «Χαλυβδικῷ κνώδοντι» ( 1109) καὶ ἡ χώρα Χαλυβική. Σινδικός. Ταναγρικός. Ἡρόδοτος πέμπτῃ (c. 57) «Ταναγρικὴ μοῖρα» καὶ Μένανδρος «Ταναγρικὴ γυνή». Χαιρωνικός. Ἀπολλόδωρος ἐν χρονικῶν δευτέρῳ «κατὰ δὲ μάχην, ὥς φασι, τὴν Χαιρωνικήν». Χαονιτικός. Λυκόφρων «φθογγὴν ἑδώλων Χαονιτικῶν ἄπο» (v. 1320). καὶ Χαονικός. Ἑκαταῖος Εὐρώπῃ «ὁ δὲ κόλπος Κιρραῖος καὶ τὸ πεδίον ἐ…
Τάναγρα, πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰ τὸ πλησίον εἶναι. ἐκαλεῖτο δὲ πρότερον Ποιμανδρία· Λυκόφρων “ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν”. τὴν δὲ Γραῖαν ἔνιοι λέγεσθαι τὸ νῦν τῆς Θηβαϊκῆς καλούμενον ἕδος τινὲς δὲ τὴν Ταναγραίαν, ὧν εἷς ἐστι καὶ Καλλίμαχος, Ἀριστοτέλης δὲ Γραῖαν τὴν νῦν Ὠρωπόν. ἔστι δὲ τόπος τῆς τῶν Ὠρωπίων πόλεως πρὸς τῇ θαλάττῃ. ὁ πολίτης Τ…
Λυκόφρων (v. 326) «ἣν ἐς βαθεῖαν λαιμίσας Ποιμανδρίαν». Τενεβρία κώμη Ἰβηρίας. Σατρία πόλις Ἰταλίας. Νουκρία πόλις Τυρρηνίας. Φίλιστος ιαʹ. εὕρηται καὶ Νακρία διὰ τοῦ 'α'. Ῥεμουρία πόλις πλησίον Ῥώμης. Τρινακρία ἡ Σικελία παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. π…