Τάναϊς, πόλις ὁμώνυμος τῷ ποταμῷ. Στράβων ἑβδόμῃ, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ “κατὰ δὲ τὰς εἰς τὴν λίμνην τὴν Μαιῶτιν ἐκβολὰς τοῦ Τανάιδος πόλις Ἑλληνικὴ ἔκτισται Ταναΐς, ἥ τις καὶ Ἐμπόριον ὀνομάζεται”. ὁ πολίτης Ταναΐτης, καὶ θηλυκῶς Ταναῗτις. τινὲς δὲ καὶ τὸν ποταμὸν Ἀκεσίνην εἶναι καὶ Ἰαξάρτην, ἡλληνίσθαι δὲ τὰ πολλὰ τῶν βαρβαρικῶν ὀνομάτων, ὡς Νικάνωρ φησί.
Translation pending