Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τάοχοι, ἔθνος ἐνδοτέρω τοῦ Πόντου. καὶ ἡ χώρα οὕτω. τούτους τινὲς Τάους καλοῦσιν, ὡς Σοφαίνετος ἐν τῇ ἀναβάσει φησί.
…τήριχος, μείλιχος, Ἰάμβλιχος, τάριχος, τοῦτο ἑκατέρως λέγεται καὶ τὸ τάριχος καὶ ὁ τάριχος. Ἀριστοφάνης «ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτός «τάριχον τοιοῦτον πλύνω». Κλέοχος, Τάοχος ἔθνος ἐνδοτέρω τοῦ Πόντου. τούτους τινὲς Τάους καλοῦσιν, ὡς Σοφαίνετος ἐν τῇ ἀναβάσει φησίν. Ἀμφίλοχος ὁ Ἀμφιαράου, ἀφ´ οὗ Ἀμφίλοχοι πόλις Ἀκαρνανίας καὶ οἱ πολῖται ὁμοφώνως, Γόρδοχος ἔθνος Περσικὸν ὃ καὶ Γορδιαῖος καὶ Γόρδος καλεῖται. ἥσυχος, βότρυχος, βόστρυχος, Μόρυχος, Μόνυχος, ἀφ´ οὗ Μουνυχία, Μόλορχος, …