Stephanos of Byzantium - Ethnika
Taprobane: a very large island in the Indian Ocean. Alexander, also called Lychnos:
Four-sided island, sea-crowned Taprobane,keeper of beasts, teems with broad-nosed elephants.
It used to be called Simoundou, but is now called Salike; its sailing length is somewhere around seven thousand stades, and its breadth five hundred. The same account is also given by Artemidoros in book 9 of his Geography.
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ταπροβάνη, νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη, θηρονόμος πέπληθεν ἐυρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου νῦν δὲ Σαλική· πλοῦ μῆκος οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων.
…πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κορομάνη πόλις πρὸς τὸν Περσικὸν κόλπον. Μαλσάνη πόλις τῆς εὐδαίμονος Ἀραβίας. Πιτάνη πόλις Αἰολίδος. Σικάνη πόλις Ἰβηρίας, ὡς Ἑκαταῖος Εὐρώπῃ. Ῥωγάνη πόλις ἐν τῇ Ἰνδικῇ. Στεφάνη πόλις Φωκίδος. Ταπροβάνη νῆσος μεγίστη ἐν τῇ Ἰνδικῇ θαλάσσῃ. Ἀλέξανδρος ὁ καὶ Λύχνος νῆσος τετράπλευρος, ἁλιστέφανος Ταπροβάνη θηρονόμος πέπληθεν ἐϋρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλική, πλοῦ μῆκος. οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπο…