Τάρας

Stephanos of Byzantium - Ethnika

Τάρας OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #29
Greek source: meineke
Meineke: 603.1 | Billerbeck: Τ29
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-22
Word count: 109
Source: vol4_288.jpg
Edit
Τάρας, πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος παρὰ θάλασσαν. ἀρσενικῶς δὲ κατ´ ἀναλογίαν· οὐδὲν γὰρ εἰς « ρας » θηλυκὸν εὑρίσκεται· τοῦτο δ´ εὕρηται καὶ θηλυκῶς. ὁ πολίτης Ταραντῖνος. καὶ ἀνεγράφησαν οὕτω πολλοὶ χρηματίζοντες, μάλιστα Πυθαγόρειοι, καὶ Ἀριστόξενος μουσικός, Ἀριστοτέλους γνώριμος. καὶ Ῥίνθων Ταραντῖνος, φλύαξ, τὰ τραγικὰ μεταρρυθμίζων ἐς τὸ γελοῖον· φέρονται δ´ αὐτοῦ δράματα ληʹ. καὶ Ἴκκος ὁ Ταραντῖνος ἰατρὸς ἐπὶ τῆς οζʹ ὀλυμπιάδος· μέμνηται τούτου καὶ Πλάτων ἐν Πρωταγόρᾳ. τὸ θηλυκὸν Ταραντίνη, καὶ Ταραντῖνον οὐδετέρως. καὶ ταραντινίζειν τὸ τὴν ἐνόπλιον καὶ εἰς τὰς μάχας χρήσιμον ἱππασίαν ποιεῖσθαι. ἔστι δὲ καὶ Τάραντος ἀρσενικῶς λεγομένη πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν. εὕρηται καὶ διὰ τοῦ « δ » Δάρανδος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.56
char LCS 124 (19.6%) · word LCS 23 (21.1%)
Stephanos
Τάρας, πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος παρὰ θάλασσαν. ἀρσενικῶς δὲ κατ´ ἀναλογίαν· οὐδὲν γὰρ εἰς « ρας » θηλυκὸν εὑρίσκεται· τοῦτο δ´ εὕρηται καὶ θηλυκῶς. ὁ πολίτης Ταραντῖνος. καὶ ἀνεγράφησαν οὕτω πολλοὶ χρηματίζοντες, μάλιστα Πυθαγόρειοι, καὶ Ἀριστόξενος μουσικός, Ἀριστοτέλους γνώριμος. καὶ Ῥίνθων Ταραντῖνος, φλύαξ, τὰ τραγικὰ μεταρρυθμίζων ἐς τὸ γελοῖον· φέρονται δ´ α…
Herodian
…ραο». ἔστι δὲ καὶ Σικελίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος. Τύρας πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ, ὡς ὁ πολυίστωρ. λέγεται δὲ καὶ Τύρις. Κιβύρας ἀδελφὸς Μαρσύου. Ἄρας αὐτόχθων τις, ἀφ´ οὗ Ἀραντία Πελοποννήσου πόλις. Τάρας πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος παρὰ θάλασσαν· ἀρσενικῶς δὲ κατ´ ἀναλογίαν. οὐδὲν γὰρ εἰς 'ρας' θηλυκὸν εὑρίσκεται. τοῦτο δ´ εὕρηται καὶ θηλυκῶς. Κάρας. Λάρας. Πείρας. Καίρρας. Ἱμέρας ποταμός, ὡς Νικάνωρ. Χρυσαόρας ποταμὸς Λυδίας. Φαναγόρας. Πυθαγόρας. Σιμμόρας. Ξεναγόρας. Κύδρας. Κόδρας. Λάμπρας. Πρόφρας. Τεύθρας ὁ Πανδίονος, Τίθρας δῆμος τῆς Αἰγηΐδος φυλῆς, Βά…
Herodian 1.222
char LCS 69 (10.9%) · word LCS 11 (10.1%)
Stephanos
…υμπιάδος· μέμνηται τούτου καὶ Πλάτων ἐν Πρωταγόρᾳ. τὸ θηλυκὸν Ταραντίνη, καὶ Ταραντῖνον οὐδετέρως. καὶ ταραντινίζειν τὸ τὴν ἐνόπλιον καὶ εἰς τὰς μάχας χρήσιμον ἱππασίαν ποιεῖσθαι. ἔστι δὲ καὶ Τάραντος ἀρσενικῶς λεγομένη πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν. εὕρηται καὶ διὰ τοῦ « δ » Δάρανδος.
Herodian
…ός. εἰσὶ δὲ Ἀμαραντοί Κολχικὸν ἔθνος, ἀφ´ ὧν ὁ Φᾶσις ῥεῖ, ὅθεν καὶ Ἀμαράντιον τὸν Φᾶσίν φασιν. οἱ δὲ Ἀπεραντοί ἔθνος Θεσσαλίας. Ὀδόμαντος ἔθνος Θρᾴκης. Θουκυδίδης δευτέρᾳ (c. 101). Σάγουντος πόλις ἐν Ἱσπανίαις. Τάραντος πόλις Βιθυνίας, ἔνθα τιμᾶται Ταρανταῖος Ζεύς, ὡς Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν, ἀρσενικῶς λεγομένη. εὕρηται καὶ διὰ τοῦ 'δ' Δάρανδος. Δύσποντος ὁ Πέλοπος, ἀφ´ οὗ Δυσπόντιον πόλις Πισαίας. ὀξύνεται δὲ τὰ πρὸ τέλους 'εν' ἔχοντα, Λωμεντός, Λαυρεντός, Σωρεντός, Βενεβεντός, ἣ καὶ Μαλοεντός ἐλέγετο. Καρ…