Ταριχέαι, πόλεις πολλαί, αἱ μὲν Μενδήσιαι αἱ δὲ Σηνικαὶ αἱ δὲ Κανωβικαί. οἱ πολῖται ταριχευταί. παρὰ τὸ ταριχεύω. καὶ ὤφειλε διὰ διφθόγγου. ἔστι καὶ Ταριχέα καὶ ἑνικῶς καὶ πληθυντικῶς λεγομένη πόλις τῆς Ἰουδαίας, ὡς Ἰώσηπος. τὸ ἐθνικὸν Ταριχεάτης. καὶ ταριχεία τὸ πρᾶγμα παρὰ τὸ ταριχεύω.
Translation pending