Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τάρρα, πόλις Λυδίας. [ἀφ´ ἧς Λεύκιος ὁ γραμματικός.] ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Λούκιος δ´ ἦν ἀπὸ Τάρρας τῆς Κρητικῆς πόλεως· φέρεται δὲ τούτου τὰ περὶ παροιμιῶν τρία βιβλία ἄριστα καὶ περὶ γραμμάτων καὶ τεχνικὰ γλαφυρώτατα. τὸ θηλυκὸν ἐπὶ τῆς χώρας Ταρραία.
…ν Θρᾴκης, ὃ καὶ Σέρρειον λέγεται, Κάρραι πόλις Μεσοποταμίας ἀπὸ Καρρᾶ ποταμοῦ Συρίας. ἔστι καὶ πόλις πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ. Σίρρα πόλις Θρᾴκης. Θεόπομπος ἐν Φιλιππικῶν εἰκοστῷ. Σκύδρα Μακεδονικὴ πόλις. Τάρρα Λυδίας πόλις. ἑτέρα Κρήτης, ἐν ᾗ Ταρραῖος Ἀπόλλων τιμᾶται. ἔστι καὶ ἄλλη πόλις Τάρρα παρὰ τὸν Καύκασον, Κρητῶν ἄποικος. Ἀχέρραι πόλις μεταξὺ τοῦ Πάδου καὶ τῶν Ἄλπεων. Ἀντίφρα πολίχνιον Ἀλεξανδρείας ἐγγύς. Γαλάδραι πόλις Μακεδονίας ἐν Πιερίᾳ. Λυκόφρων (v. 1444) »σῆναι Γαλάδρας τὸν στρατήλατον λύκον« ἀπὸ Γαλάδρου τοῦ Ἠμαθίου παιδός. οἱ δὲ…