Ταρσός

Stephanos of Byzantium - Ethnika

Ταρσός OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #39
Greek source: meineke
Meineke: 605.1 | Billerbeck: Τ39
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-22
Word count: 226
Source: vol4_292.jpg, vol4_294.jpg
Edit
Ταρσός, ἐπισημοτάτη πόλις Κιλικίας, ἣν διὰ τοῦ « ε » ἔλεγον Τερσόν παρὰ τὸ τερσανθῆναι, ὅ ἐστιν ἀναξηρανθῆναι. τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην σύστασιν προχωρούντων εἰς τὸ νῦν πέλαγος φασὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. Διονύσιος δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέρος γάρ τι τοῦ ποδὸς ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων. Ἀλέξανδρος δὲ ὁ πολυίστωρ διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαντα καὶ Βελλεροφόντην ἐν τῷ Ἀληίῳ πεδίῳ πλανηθῆναι. ἄλλοι δέ φασι διὰ τὸ μετὰ τὸν κατακλυσμὸν τοὺς τόπους τούτους τῆς Κιλικίας πρώτους ἀναφανῆναι καὶ ἀναξηρανθῆναι, διὸ καὶ τὴν πόλιν Τερσίαν ὀνομασθῆναι. Ἐρατοσθένης δέ [φησι τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. οἱ δέ φασι] Τερσὸν διὰ τὸ πρότερον τῶν καρπῶν χλωρῶν φθειρομένων ἐν τῷ παρακμάζειν τούτους πρώτους συναγαγόντας τερσᾶναι καὶ εἰς τὸν χειμῶνα ἀποθέσθαι τὴν τροφήν. ἐκ ταύτης ἐγένετο Ἑρμογένης ὁ τὴν ῥητορικὴν γεγραφώς. Θαρσός δὲ ἐκαλεῖτο καὶ Θαρσεῖς οἱ Κίλικες, ὡς Ἰώσηπος ἐν ἀρχαιολογίᾳ. ἐκαλεῖτο δὲ καὶ Κρανία ἀπὸ κρανίου. ἐκλήθη δὲ καὶ Ἱερά· ἐκλήθη δὲ καὶ Ἀντιόχεια ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς. ἔστι δ´ ἄποικος Ἀργείων, κτίσμα Σαρδαναπάλλου. ταύτην διαρρεῖ ποταμὸς Κύδνος μέσος, ψυχρός τε καὶ καθαρός. ὁ πολίτης Ταρσεύς ὡς Ἁλικαρνασσεύς. Ἐρατοσθένης δὲ καὶ Ταρσηνόν φησιν. ἔστι δὲ καὶ Ταρσός ἄλλη τῆς Βιθυνίας. τὸ ἐθνικὸν ταύτης Τάρσιος καὶ Ταρσία. Δημοσθένης ἐν δευτέρῳ Βιθυνιακῶν Τάρσειαν διὰ τῆς « ει » διφθόγγου τὴν πόλιν οἶδε. τὸ ἐθνικὸν Τάρσειος. [ἔστι καὶ χωρίον Βιθυνίας Ταρσός λεγόμενον.] καὶ Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐν τρίτῳ Παρθικῶν “ἀπὸ δὲ Σαμοσάτων κατὰ ῥοῦν ἰόντι ὅσον σταδίους ἑκατὸν πεντήκοντα Τάρσα κώμη πολυάνθρωπος ᾠκεῖτο ἄνω τοῦ ποταμοῦ σταδίους πεντεκαίδεκα”. τὸ ἐθνικὸν Ταρσηνός.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.207
char LCS 196 (13.5%) · word LCS 39 (14.3%)
Stephanos
…σός, ἐπισημοτάτη πόλις Κιλικίας, ἣν διὰ τοῦ « ε » ἔλεγον Τερσόν παρὰ τὸ τερσανθῆναι, ὅ ἐστιν ἀναξηρανθῆναι. τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην σύστασιν προχωρούντων εἰς τὸ νῦν πέλαγος φασὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. Διονύσιος δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέρος γάρ τι τοῦ ποδὸς ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων. Ἀλέξανδρος δὲ ὁ πολυίστωρ διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαντα καὶ Βελλεροφόντην ἐν τῷ Ἀληίῳ πεδίῳ πλανηθῆναι. ἄλλοι δέ φασι διὰ τὸ μετὰ τὸν κατακλυσμὸν τοὺς τόπους τούτους τῆς Κιλικίας πρώτους ἀναφανῆναι καὶ ἀναξηρανθῆναι, διὸ καὶ τὴν πόλιν Τερσίαν ὀνομασθῆναι. Ἐρατοσθένης δέ […
Herodian
… ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. οἱ δέ φασιν Τερσὸν τὰ πρῶτα διὰ τοῦ 'ε' στοιχείου ὀνομασθῆναι τὴν πόλιν διὰ τὸ τοὺς ἐκεῖ πρώτους συναγαγόντας καρπὸν χλωρὸν τερσῆναι, ὅ ἐστι ξηρᾶναι, καὶ εἰς χειμῶνος ἀποθέσθαι τροφήν. Διονύσιος δὲ ὁ Θρᾷξ ἐν τῷ περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέρος γάρ τι τοῦ ποδὸς ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων. Ἀλέξανδρος δὲ ὁ πολυίστωρ διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαι καὶ Βελλεροφόντην ἐν τῷ Ἀληΐῳ πεδίῳ πλανηθῆναι. Ἐρατοσθένης δέ φησιν τὴν κλῆσιν τῇ πόλει εἶναι ἀπὸ Διὸς Τερσίου τοῖς ἐκεῖ καλουμένου. Θαρσός δὲ ἐκαλεῖτο καὶ Θαρσεῖς οἱ Κίλικες, ὡς Ἰώσηπος ἐν ἀρχαιολογίᾳ ( 1, 7). ἔστι δ…