Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ταρτησσός, πόλις Ἰβηρίας, ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ ὄρους ῥέοντος, ὅστις ποταμὸς καὶ κασσίτερον ἐν Ταρτησσῷ καταφέρει. τὸ ἐθνικὸν Ταρτήσσιος καὶ Ταρτησσία καὶ Ταρτησσίς. καὶ οὐδετέρως “Ταρτήσσιον ὄλβιον ἄστυ”.
…ἔχον ὀξύνεται. Τὰ εἰς 'σος' ὑπερδισύλλαβα τῷ 'η' παραληγόμενα ἕτερον ἔχοντα 'σ' ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη. τὰ δὲ ἓν ἀναδεξάμενα 'σ' βαρύνεται, σπάνια δέ ἐστι, χωρὶς εἰ μὴ ἔννοιαν συνθέσεως ἔχοι. Ταρτησσός πόλις Ἰβηρίας ἀπὸ ποταμοῦ τοῦ ἀπὸ τοῦ Ἀργυροῦ ὄρους ῥέοντος. Λυρνησσός πόλις Τρωϊκή. Λυκαβησσός. Μυκαλησσός πόλις ἐν μεσογείᾳ Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ (c. 29). ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρία…