Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τελάνη, πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. τὸ ἐθνικὸν Τελαναῖος καὶ ἐπιχωρίως Τελανηνός.
…έφανος Ταπροβάνη θηρονόμος πέπληθεν ἐϋρρίνων ἐλεφάντων. ἣ πάλαι μὲν ἐκαλεῖτο Σιμούνδου, νῦν δὲ Σαλική, πλοῦ μῆκος. οὖσα ἑπτάκις που χιλίων σταδίων, πλάτος δὲ πεντακοσίων. τὰ αὐτὰ δὲ καὶ Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. Τελάνη πόλις ἀρχαιοτάτη Συρίας, ἣν ᾤκει Νίνος πρὸ τῆς Νίνου κτίσεως. Χανδάνη πόλις Ἰαπυγίας. Ἑκαταῖος Εὐρώπῃ «ἐν δὲ Χανδάνη πόλις, μετὰ δὲ Πευκαῖοι». Ἀδράνη πόλις Θρᾴκης, ἣ μικρὸν ὑπὲρ τῆς Βερενίκης κεῖται, ὡς Θεόπομπος. Πολύβιος δὲ διὰ τοῦ 'η' τὴν μέσην λέγει ἐν τρισκαιδεκάτῃ, Ἀδρήνη. …