Τελμισσός

Stephanos of Byzantium - Ethnika

Τελμισσός OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #79
Greek source: meineke
Meineke: 612.13 | Billerbeck: Τ79
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-23
Word count: 100
Source: vol4_314.jpg
Edit
Τελμησσός, πόλις Καρίας, ὡς δὲ Φίλων καὶ Στράβων, Λυκίας. ἔστι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα. ὁ πολίτης Τελμησσεύς. καὶ δρᾶμα Ἀριστοφάνους Τελμησσεῖς. λέγεται καὶ τετρασυλλάβως Τελεμησσεῖς, ὡς αὐτὸς ἐν αὐτῷ “πῶς ἄν τις ἂν οὖν, ἢ τί ποιήσας, ὦ Τελεμησσῆς;” καὶ πάλιν “φέρε δὴ τοίνυν, ταῦθ´ ὅταν ἔλθῃ, τί ποιεῖν χρή μ´, ὦ Τελεμησσῆς”. ἔστι δὲ τὸ μέτρον ἀναπαιστικὸν τετράμετρον καταληκτικόν, οὗ πρὸ τῆς τελευταίας συλλαβῆς ἀνάπαιστος τάττεται, σπανιαίτατα δὲ σπονδεῖος. τὸ θηλυκὸν Τελμησσίς ὡς βασιλίς. καὶ Τελμήσσιος ὡς Λυρνήσσιος, καὶ θηλυκὸν Τελμησσιάς, ὡς τοῦ Ἑλικώνιος τὸ Ἑλικωνιάς. ἔστι καὶ ἄκρα Λυκίας οὕτω λεγομένη Τελμησσιάς ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.213
char LCS 72 (13.2%) · word LCS 14 (14.0%)
Stephanos
Τελμησσός, πόλις Καρίας, ὡς δὲ Φίλων καὶ Στράβων, Λυκίας. ἔστι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα. ὁ πολίτης Τελμησσεύς. καὶ δρᾶμα Ἀριστοφάνους Τελμησσεῖς. λέγεται καὶ τετρασυλλάβως Τελεμησσεῖς, ὡς αὐτὸς ἐν αὐτῷ “πῶς ἄν τις ἂν οὖν, ἢ τί ποιήσας, ὦ Τελεμησσῆς;” καὶ πάλιν “φέρε δὴ τοίνυν, ταῦθ´ ὅταν ἔλθῃ, τί ποιεῖν χρ…
Herodian
πόλις Πισιδίας. τὸ μέντοι περισσός τριγενές. σεσημείωται τὸ Τελμισσός πόλις Καρίας, ὡς δὲ Φίλων καὶ Στράβων, Λυκίας. ἔστι γὰρ ἀμφοτέρων ὅριον μετὰ Δαίδαλα. Τὰ εἰς 'σος' ὑπερδισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς 'ι' ἐκτεταμένον λήγουσαν ὀξύνεται. εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ, Κηφισός, Ἰλισός ποταμὸς τῆς Ἀττικῆς, ἐν ᾧ τιμῶνται αἱ Μοῦσαι Ἰλ…
Herodian 1.59
char LCS 38 (6.9%) · word LCS 5 (5.0%)
Stephanos
…ίας συλλαβῆς ἀνάπαιστος τάττεται, σπανιαίτατα δὲ σπονδεῖος. τὸ θηλυκὸν Τελμησσίς ὡς βασιλίς. καὶ Τελμήσσιος ὡς Λυρνήσσιος, καὶ θηλυκὸν Τελμησσιάς, ὡς τοῦ Ἑλικώνιος τὸ Ἑλικωνιάς. ἔστι καὶ ἄκρα Λυκίας οὕτω λεγομένη Τελμησσιάς ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων.
Herodian
…πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσσιάς πόλις πρὸς τῷ Εὐφράτῃ ἐκ Βολογεσσοῦ βασιλέως ᾠκισμένη. Ἡφαιστιάς πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Κεραστιάς καὶ Κεραστίς ἐκαλεῖτο ἡ Κύπρος ἀπὸ τοῦ πολλὰς ἄκρας ἔχειν. τὸ μέντοι μέγας καὶ λᾶας «λᾶας ἀναιδής»…