Τέλφουσα, πόλις Ἀρκαδίας, ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. ὁ οἰκήτωρ Τελφούσιος. τὸ θηλυκὸν Τελφουσία. Λυκόφρων “δίκης ἐάσει τάρροθος Τελφουσία”. ἔστι καὶ Βοιωτίας Τελφούσιον· Στράβων ἐνάτῃ. Ἔφορος δὲ Τιλφωσαῖον ὄρος ἐν Ἀλαλκομενίᾳ. “Πίνδαρος δὲ καὶ Κηφισίδα καλεῖ ταύτην”. ἔστι καὶ Βοιωτίας Τίλφωσα κρήνη καὶ ὄρος, ἀπὸ Τιλφούσης. Ἡρωδιανὸς δὲ Τιλφῶσσα φησίν.
Translation pending