Τελχίς

Stephanos of Byzantium - Ethnika

Τελχίς OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #81
Greek source: meineke
Meineke: 614.4 | Billerbeck: Τ81
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-23
Word count: 52
Source: vol4_316.jpg
Edit
Τελχίς, πόλις Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. τὸ ἐθνικὸν τῷ μὲν ἔθει τῆς χώρας Τελχίτης, τῷ δὲ κοινῷ χαρακτῆρι Τελχίνιος, ἀπὸ τῆς γενικῆς, ἐπειδὴ καὶ ἡ Κρήτη Τελχινία ἐλέγετο καὶ οἱ Κρῆτες Τελχῖνες. λέγονται καὶ τελχῖνες θηλυκῶς αἱ ὑπὸ πληγῆς εἰς θάνατον καταφοραί. Τελχινία δὲ καὶ ἡ Σικυὼν ἐκαλεῖτο. καὶ τὸ ἐθνικὸν Τελχίνιος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.17
char LCS 48 (18.5%) · word LCS 9 (17.3%)
Stephanos
Τελχίς, πόλις Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. τὸ ἐθνικὸν τῷ μὲν ἔθει τῆς χώρας Τελχίτης, τῷ δὲ κοινῷ χαρακτῆρι Τελχίνιος, ἀπὸ τῆς γενικῆς, ἐπειδὴ καὶ ἡ Κρήτη Τελχινία ἐλέγετο καὶ οἱ Κρῆτες Τελχῖνες. λέγονται καὶ τελχῖνες θηλυκῶς αἱ ὑπὸ πληγῆς εἰς θάνατον καταφοραί. Τελχινία δὲ καὶ ἡ Σικυὼν ἐκαλεῖτο. καὶ τὸ ἐθνικὸν Τελχίνιος.
Herodian
… ὁμοφώνως, τέρην, Θέρην ποταμός, περπέρην. Τὰ εἰς 'ιν' δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται, δελφίν καὶ δελφίς, Τελχίν καὶ Τελχίς. Τελχῖνες δὲ ἐλέγοντο οἱ Κρῆτες. εἰσὶ δὲ καὶ φθονεροὶ δαίμονες οἰκήσαντες τὴν Ῥόδον· λέγονται δὲ καὶ Τελχῖνες θηλυκῶς αἱ ὑπὸ πληγῆς εἰς θάνατον καταφοραί· ἔστι δὲ καὶ Τελχίς πόλις Αἰθιοπίας πρὸς τῇ Λιβύῃ. Σαλαμίν καὶ Σαλαμίς, Ἐλευσίν καὶ Ἐλευσίς δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ἀκτίν καὶ ἀκτίς. Τούτοις ὅμοιον καὶ τὸ Ἀβοριγῖνες ἔθνος Ἰταλικόν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας …