Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τέμβριον, πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι. Μένανδρος δὲ Τεμβρίειον φησὶν ὡς Τορδίειον. τὸ ἐθνικὸν Τεμβριεύς.
Δωρίδος ἐκ πάτρης βλαστόν τ´ ἄπο· τῶν γὰρ ἄτλητον μῶμον ὑπεκπροφυγὼν Θούριον ἔσχε πάτρην. Τείρια πόλις Λευκοσύρων. Ἑκαταῖος Ἀσίᾳ. Τέμβριον πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι. Ἀλέξανδρος δὲ Τεμβρίειόν φησιν ὡς Γορδίειον. Τίνδιον πόλις Λιβύης. Τράλλιον πόλις Βιθυνίας, ἣ καθήκει πρὸς τὸν Ἀστακηνὸν κόλπον. Ὕπια ὄρη ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Νύμφις ἐν πρώτῳ περὶ Ἡρακλείας. Φάκιον πόλισμα Θε…