Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τεμέση, πόλις Ἰταλίας. Ὅμηρος “ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ´ αἴθωνα σίδηρον”. ὁ πολίτης Τεμεσαῖος.
…πεδίον· καὶ ἐν Ἑλλησπόντῳ πόλις μέση Ὀφρυνίου καὶ Ἀβύδου. ἔστι καὶ ἄλλη περισπωμένως λεγομένη νῆσος Ὠνεανῖτις. ἔστι καὶ ἄλλη χερρόνησος τῆς Ἰνδικῆς Χρυσῆ καλουμένη. Γενέση πόλις Λακωνικῆς. Τεμέση πόλις Ἰταλίας καὶ ποταμός. Ὅμηρος »ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ´ αἴθωνα σίδηρον« (Od. α 184). Πολύβιος δὲ ἐν τῷ πρώτῳ Τεμέσειαν τὴν πόλιν καλεῖ. Ἀγχίση πόλις Ἰταλίας ἀπὸ τοῦ προπάτορος Ἀγχίσου, ὡς Διονύσιος ἐν πρώτῃ περὶ Ῥωμαϊκῆς ἀρχαιολογίας. τὸ λισσή ὀξύνεται »ἔστι δέ τις λισσὴ αἰπεῖά