Stephanos of Byzantium - Ethnika
Temmix: Temmix, a people who first dwelt in Boeotia. Lycophron: "offspring of ancient Arne, chiefs of the Temmikes". The feminine 'Temmikia' in the same author: "whom the Temmikian slope of Bombyleia". And in the feminine 'Temmikis'. And 'Temmikeios' the possessive; but Menelaus with the 'i' says "Temmikion town" in the first book of the Thebaid.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τέμμιξ, ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων “Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι”. τὸ θηλυκὸν Τεμμικία παρὰ τῷ αὐτῷ “ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία”. καὶ θηλυκῶς Τεμμικίς. καὶ Τεμμίκειος τὸ κτητικόν· Μενέλαος δὲ διὰ τοῦ « ι » “Τεμμίκιον ἄστυ” ἐν πρώτῳ Θηβαΐδος φησίν.
…τος δέ φησιν (I 72). Τὰ εἰς 'ιξ' βαρύνεται· φοῖνιξ· ἔστι δὲ καὶ κύριον Φοῖνιξ Ἀγήνορος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης, ᾧ ὁμοφωνεῖ τὸ ἐθνικόν. ἔστι καὶ φρούριον Καρίας οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι» (v. 644), πέμφιξ, τέττιξ, σκάνδιξ λάχανόν τι ποιόν, πέρδιξ, χοῖνιξ, Κίλιξ τὸ κύριον καὶ τὸ ἐθνικόν, Αἶθιξ ἔθνος. ἐν Θετταλίᾳ δ´ ᾤκουν ἐν τῷ Πίνδῳ ὄρει· Μαρσύας δὲ μέσον τῆς Τυμφαίας καὶ Ἀθαμανίας κεῖσθαί φησι τὴν χώραν…
Τέμμιξ, ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων “Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι”. τὸ θηλυκὸν Τεμμικία παρὰ τῷ αὐτῷ “ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία”. καὶ θηλυκῶς Τεμμικίς. καὶ Τεμμίκειος τὸ κτητικόν· Μενέλαος δὲ διὰ τοῦ « ι » “Τεμμίκιον ἄστυ” ἐν πρώτῳ Θηβαΐδος φησίν.
Θοάντειος, Ἀχίλλειος, Διομήδειος, Ἀριστοφάνειος, Αἰόλειος, Ἰορδάνειος, Αἰσχίνειος, Δημοσθένειος, Ἀριστοτέλειος, Ἀσκληπιάδειος, Τεμμίκειος. Μενέλαος δὲ διὰ τοῦ 'ι' «Τεμμίκιον ἄστυ» ἐν πρώτῳ Θηβαΐδος φησίν. Πελόπειος, Μοψόπειος. θεμίστειος, ἐπιτήδειος. Νυττέρειος. ἔστι δὲ ὄνομα λιμένος. τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ 'ει' καὶ τὸ Δαρδανειός δὲ ὀξύνεται. τὰ μέντοι προπερισπώμενα μὴ σημαίνοντα μέρος σώματος εὑρ…
Τέμμιξ, ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων “Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι”. τὸ θηλυκὸν Τεμμικία παρὰ τῷ αὐτῷ “ὃν Βομβύλεια κλιτὺς ἡ Τεμμικία”. καὶ θηλυκῶς Τεμμικίς. καὶ Τεμμίκειος τὸ κτητικόν· Μενέλαος δὲ διὰ τοῦ « ι » “Τεμμίκιον ἄστυ” ἐν πρώτῳ Θηβαΐδος φησίν.
…ν πρὸ τέλους συλλαβὴν εἰς 'ρ' καταλήγουσαν βαρύνεται, πτέρνη, Λέρνη ἡ κρήνη, πέρνη καὶ Πέρνη πόλις Θρᾴκης ἀντικρὺ Θάσου, Τάρνη πόλις Ἀχαΐας, Ἄρνη πόλις Βοιωτίας. Ὅμηρος «οἵ τε πολυστάφυλον τ´ Ἄρνην ἔχον» (Il. Β 507) καὶ Λυκόφρων (v. 644) «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι». δευτέρα πόλις Θεσσαλίας, ἄποικος τῆς Βοιωτίας, περὶ ἧς χρησμός «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». θυγατέρα δέ φασιν Αἰόλου τὴν Ἄρνην. τρίτη Μεσοποταμίας. τετάρτη τῆς Γρασινίων πρὸς τῇ Θρᾴκῃ. Θέρνη πόλις Θρᾴκης, Κά…