Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τενέα, κώμη Κορίνθου, ἀπὸ Τένου τοῦ Κύκνου. κεῖται μεταξὺ Κορίνθου καὶ Μυκηνῶν. τὸ ἐθνικὸν Τενεάτης. λέγεται καὶ Τενέα ἡ χώρα.
…2) τὴν μεταβολὴν τῆς τάσεως ἐποιήσατο. ἔστι καὶ Πτελέα δῆμος Οἰνηΐδος φυλῆς καὶ πόλις. οὕτω γὰρ ἡ Ἔφεσος ἐκαλεῖτο, καὶ Ἰτέα δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. συκέα, ἀμυγδαλέα, μηλέα, λεοντέα, γαλέα, Νεμέα χώρα τῆς Ἀργολίδος, Τενέα· κώμη Κορίνθου ἀπὸ Τένου τοῦ Κύκνου, τινὲς δὲ Γενέα γράφουσι. Μαντινέα, ἣ καὶ Μαντίνεια καὶ Μαντίνη. Ὠκαλέα πόλις Βοιωτίας «Ὠκαλέην Μεδεῶνά τ´ ἐϋκτίμενον πτολίεθρον» Ὅμηρος (Β 501). ἐκαλεῖτο δὲ καὶ Ὠκάλεια, ὡς Ἀπολλόδωρος. ἐκλήθη δὲ οὕτω διὰ τὸ ὦκα καὶ συ…