Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τεράψη, νῆσος πρὸς Καρχηδόνα οὐ μεγάλη. τὸ ἐθνικὸν Τεραψαῖος.
Τὰ εἰς 'ψη' οὐχ εὕρηται πλὴν τοῦ Τεράψη νῆσος πρὸς Καρχηδόνα οὐ μεγάλη. Τὰ εἰς 'ω' λήγοντα θηλυκὰ ὀξύνεται, Κλωθώ, Ἐρατώ, Θεανώ, Σαπφώ, Λητώ παρὰ τὸ λήθω τὸ λανθάνω λήθη καὶ Ληθώ καὶ Λητώ. τὸ γὰρ ἥμερον καὶ πραῢ ἐκ τοῦ ἐπιλελῆσθαι τῶν εἰς αὐτὴν πεπλημμελημένων ἐμφαίνεται. ὁ δὲ Πλάτων φησὶν ἐλ…