Τέρινα

Stephanos of Byzantium - Ethnika

Τέρινα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #97
Greek source: meineke
Meineke: 617.5 | Billerbeck: Τ97
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-24
Word count: 43
Source: vol4_324.jpg
Edit
Τέρινα, πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος, κτίσμα Κροτωνιατῶν, ὡς Φλέγων. ἐκαλεῖτο δὲ καὶ μεγάλη Ἑλλάς ὡς Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ περὶ παροιμιῶν. τινὲς δὲ νῆσον αὐτήν, εἰς ἣν ἐξεβράσθη Λίγεια ἡ Σειρήν, ὡς Λυκόφρων “Λίγεια δ´ εἰς Τέριναν ἐκναυσθλώσεται”. ὁ πολίτης Τεριναῖος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.56
char LCS 30 (13.3%) · word LCS 5 (11.6%)
Stephanos
Τέρινα, πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος, κτίσμα Κροτωνιατῶν, ὡς Φλέγων. ἐκαλεῖτο δὲ καὶ μεγάλη Ἑλλάς ὡς Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν τῷ περὶ παροιμιῶν. τινὲς δὲ νῆσον αὐτήν, εἰς ἣν ἐξεβράσθη Λίγεια ἡ Σειρήν, ὡς Λυκόφρων “Λίγεια δ´ εἰς Τέριναν ἐκναυσθλώσεται”. ὁ π…
Herodian
…ἔστι δὲ καὶ Σικελίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος. Τύρας πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ, ὡς ὁ πολυίστωρ. λέγεται δὲ καὶ Τύρις. Κιβύρας ἀδελφὸς Μαρσύου. Ἄρας αὐτόχθων τις, ἀφ´ οὗ Ἀραντία Πελοποννήσου πόλις. Τάρας πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος παρὰ θάλασσαν· ἀρσενικῶς δὲ κατ´ ἀναλογίαν. οὐδὲν γὰρ εἰς 'ρας' θηλυκὸν εὑρίσκεται. τοῦτο δ´ εὕρηται καὶ θηλυκῶς. Κάρας. Λάρας. Πείρας. Καίρρας. Ἱμέρας ποταμός, ὡς Νικάνωρ. Χρυσαόρας ποταμὸς Λυδίας. Φαναγόρας. Πυθαγόρας…