Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τέρμερα, πόλις Λυκίας, ἀπὸ Τερμέρου. ὁ πολίτης Τερμερεύς. Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν τῷ πρώτῳ. ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι.
…ων πάσας ληΐζετ´ ἀρούρας. Ἑκαταῖος Τρεμίλας τοὺς κατοικοῦντας καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν, Ἀλέξανδρος δὲ Τρεμιλέας »τελευτήσας τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν«. Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν πρώτῳ (c. 173). ὁ δὲ χρησμὸς ὁ περὶ αὐτῶν Τερμιλέας αὐτούς φησι. Δημομέλης Δημομέλου. Ἀψίλης ἔθνος Σκυθικὸν γειτνιάζον Λαζοῖς, ὡς Ἀρριανὸς ἐν περίπλῳ τοῦ Εὐξείνου πόντου. Μυτίλης ὁ οἰκιστὴς τῆς Μυτιλήνης· Δασκύλης ὁ υἱὸς Περιαύδου, ἀφ´ οὗ Δασκύλιον πόλις Καρίας. Ὀζόλης ἔθνος. Λοκρῶν…