Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τερμησσός, πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας, λεγομένη μικρά ὡς ἡ προτέρα μείζων· τὸ ἐθνικὸν Τερμησσεύς.
…ὴν Ἄρτεμιν κομίζουσαν γενομένην κατὰ τὸν τόπον, οὗ νῦν βωμὸς αὐτῆς, τῆς δὲ πυθομένης τίνος ἐστὶν ὁ τόπος, κόρη σός εἰπεῖν. Μερμησσός πόλις Τρωϊκή. Σαρδησσός πόλις Κιλικίας. Σινδησσός πόλις Καρίας. Τεγησσός πόλις Κύπρου, Τερμησσός πόλις Πισιδίας. ἔστι καὶ ἄλλη ταύτης ἄποικος καὶ αὐτὴ Πισιδίας λεγομένη μικρά, ὡς ἡ προτέρα μείζων. Τυλησσός ὄρος Ἰταλίας. Τυμνησσός πόλις Καρίας ἀπὸ Τυμνησσοῦ ἢ ἀπὸ τυμνίας ἤτοι ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ἀγορησσός πόλις Καρίας. Καβησσός πόλις ἐν Καππαδοκίᾳ, πατρὶς Ὀθρυονέως. Ὅμηρος »Καβησσόθεν ἔν…