Stephanos of Byzantium - Ethnika
Teumessos: Teumessos, a mountain of Boeotia. Homer in the Hymn to Apollo: "going to Mykalessos and grassy Teumessos". A town, as Demosthenes in the third book of Bithyniaka. It was so called, as Antimachus in the first book of the Thebaid: "because for her the son of Kronos, who rules greatly over all, contrived a cave in the hollow, so that the daughter of Phoinix might be hidden, lest anyone, not even another of the gods, might observe her there apart from himself". The inhabitants Teumessioi, and Teumessian the fox, from the mountain, and the neuter Teumession. And the from a place 'Teumessothen', and to a place 'Teumessonde'. Antimachus in the first book of the Thebaid.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τευμησσός, ὄρος Βοιωτίας. Ὅμηρος ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ “εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην”. ἄστυ, ὡς Δημοσθένης ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δ´ οὕτως, ὡς Ἀντίμαχος πρώτῳ Θηβαΐδος οὕνεκά οἱ Κρονίδης, ὅς[τε] μέγα πᾶσιν ἀνάσσει, ἄντρον ἐνὶ σκηνῇ τευμήσατο, τόφρα κεν εἴη Φοίνικος κούρη κεκυθμένα, ὄφρα ἑ μή τις μηδὲ θεῶν ἄλλος γε παρὲξ φράσσαιτό κεν αὐτοῦ. οἱ κατοικοῦντες Τευμήσσιοι, καὶ Τευμησσία ἡ ἀλώπηξ ἀπὸ τοῦ ὄρους, καὶ τὸ οὐδέτερον Τευμήσσιον. καὶ τὸ ἐκ τόπου Τευμησσόθεν, καὶ τὸ εἰς τόπον Τευμησσόνδε. Ἀντίμαχος ἐν πρώτῳ Θηβαΐδος.
…ογείᾳ Βοιωτίας. Θουκυδίδης ἑβδόμῃ (c. 29). ἐκλήθη δὲ ὅτι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ τὸν Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἀγαγοῦσα εἰς Θήβας. ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος τρίτῳ. ἔστι καὶ ὄρος Μυκαλησσός ἐναντίον Σάμου. Τευμησσός ὄρος Βοιωτίας. Ὅμηρος ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ (v. 224) »εἰς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην«. ἄστυ, ὡς Δημοσθένης ἐν τρίτῳ Βιθυνιακῶν. ἐκλήθη δ´ οὕτως, ὡς Ἀντίμαχος πρώτῳ Θηβαΐδος. οὕνεκά οἱ Κρονίδης, ὅστε μέγα πᾶσιν ἀνάσσει, ἄντρον ἐνὶ σκηνῇ τευμήσατο, τόφρα κεν εἴη Φοίνικος κούρη κεκυθμένα, ὄφρα ἑ μή τις μηδὲ θεῶν ἄλλος γε παρὲξ φράσσαιτό κεν αὐτοῦ. Ἐδεβησσός πόλις Λυκίας, Ἐρβησσός πόλις Σικελίας. Ὀρδησσός, Ὀδησσός πόλις ἐν πόντῳ πρὸς τῷ Σαλμυδησσῷ. Ἀπολλόδωρος δ´ ὄρος μέγα τὴν Ὀδησσόν φησιν. Σαλμυδησσός κόλπος τοῦ Πόντου. Ἀγησσός πόλις Θρᾴκης ὡς Θεόπομπος ἐν τεσσ…