Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τηλέφιος, δῆμος καὶ Τηλέφου κρήνη Λυκίας. Μέναιχμος γάρ φησιν ὅτι “ἀπὸ ἑπτὰ σταδίων Πατάρων Τηλέφου κρήνη δείκνυται, διὰ τὸ Τήλεφον ἀπονίψασθαι ἐκεῖ τὸ τραῦμα, θολερὰν δὲ εἶναι. ἔστι καὶ δῆμος Τηλέφιος”. τὸ ἐθνικὸν Τηλέφιος ἢ Τηλεφιεύς.
… ἀναψύξαντος τὸν ἱδρῶτα ἐν τῷ καταπαλαῖσαι τὸν Ἀδραμύλην, καθώς φησιν Ἀπολλώνιος ἐν Κνίδου κτίσει. καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Βάντιος ἔθνος Θρᾴκης. Ἑκαταῖος. Μαράφιος ἔθνος ἐν Περσίδι ἀπὸ Μαραφίου βασιλέως. Τηλέφιος δῆμος Λυκίας. Μέναιχμος γάρ φησιν ὅτι «ἀπὸ ἑπτὰ σταδίων Πατάρων Τηλέφου κρήνη δείκνυται διὰ τὸ Τήλεφον ἀπονίψασθαι ἐκεῖ τὸ τραῦμα, θολερὰν δὲ εἶναι. ἔστι καὶ δῆμος Τηλέφιος». Ὑπαιλόχιοι ἔθνος Μολοσσικόν. Ῥιανὸς ἐν τετάρτῳ Θεσσαλικῶν. Αἰδήψιος. Καλλίμαχος Ἑκάλῃ «ἄρκιος ἢ χείρεσσιν ἑλὼν Αἰδήψιον ἄορ». Λυκάψιος, Γαλήψιος. τὸ δὲ χαραδριός ὀξύνεται καὶ θαλαμιός ὁ κωπηλάτης. Τὰ ἀπὸ τῶν εἰς 'ος' …