Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τημένιον, χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. οἱ οἰκήτορες Τημενιεῖς ὡς Ἰλιεῖς.
…χένιον. τοῦτο δὲ διφορεῖται κατὰ τὴν παραλήγουσαν, ὡς καὶ διὰ τῆς 'ει' διφθόγγου γράφεται. Ἀχαιμένιον ἡ Περσικὴ μοῖρα ἀπὸ Ἀχαιμένους υἱοῦ Αἰγέως, ἣ καὶ Ἀχαιμενία. Ποιμένιον ὄρος ἐν Μακεδονίᾳ. Ταυρομένιον πόλις Σικελίας. Τημένιον χωρίον Μεσσήνης, ἐν ᾧ τέθαπται Τήμενος. Ἀλαλκομένιον πόλις Βοιωτίας ἀπὸ τοῦ Ἀλαλκομενέως, ὃς καὶ ἵδρυσε τὴν Ἀθηνᾶν Ἀλαλκομενηΐδα. λέγεται καὶ Ἀλαλκομεναί. Ἀπέννιον ὄρος διὰ μέσης Ἰταλίας τεταμένον. Ἐλευσίν Ἐλευσίνιον. σκηνή προσκήνιον, περισκήνιον, σελήνη σε…