Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ων ἀκουσμάτων φησὶν ὅτι ἐν Τήνῳ τῇ νήσῳ φασὶν εἶναι φιάλιον σύγκραμα ἔχον, ἐξ οὗ πῦρ ἀνάπτουσι πάνυ ῥᾳδίως. καὶ Ἀθήναιος ἐν δευτέρῳ δειπνοσοφιστῶν περὶ αὐτῆς ὅτι ἐν Τήνῳ τῇ νήσῳ κρήνη ἐστίν, ἧς τὸ ὕδωρ οἴνῳ οὐ μίγνυται. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη. ὁ πολίτης Τήνιος, καὶ τὸ θηλυκὸν Τηνία, ἀφ´ οὗ καὶ Ἥριννα Τηνία ποιήτρια. λέγεται καὶ Τηνεύς.
…ᾶνος ὁ μικρός. Τὰ εἰς 'ενος' δισύλλαβα τινὰ μὲν βαρύνονται, ἔνος ὁ ἐνιαυτός, ξένος, Τένος ὁ Κύκνου, τινὰ δὲ ὀξύνονται, κενός, στενός. Τὰ εἰς 'ηνος' κύρια ἢ προσηγορικὰ βαρύνεται, Τῆνος, νῆσος Κυκλὰς ὁμοφώνως τῷ οἰκιστῇ. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη, Φῆνος ὄνομα ποταμοῦ, Ῥῆνος ὁ ποταμὸς καὶ ἔθνος παροικοῦν. Στρῆνος πόλις Κρητική, Λῆνος ὁ τόπος τῶν Πισατῶν. Φλέγων μηʹ Ὀλυμπιάδι. Σῆνος πόλις Αἰγύπτου. Ἑκαταῖος ἐν αὐτῆς περιηγήσει, Ἦνος, Σφῆνος ὄνομα τόπου, Σμῆνος ὄνο…
…άτων φησὶν ὅτι ἐν Τήνῳ τῇ νήσῳ φασὶν εἶναι φιάλιον σύγκραμα ἔχον, ἐξ οὗ πῦρ ἀνάπτουσι πάνυ ῥᾳδίως. καὶ Ἀθήναιος ἐν δευτέρῳ δειπνοσοφιστῶν περὶ αὐτῆς ὅτι ἐν Τήνῳ τῇ νήσῳ κρήνη ἐστίν, ἧς τὸ ὕδωρ οἴνῳ οὐ μίγνυται. ἔστι καὶ πόλις Λακωνικὴ μία τῶν ἑκατὸν Τῆνος λεγομένη. ὁ πολίτης Τήνιος, καὶ τὸ θηλυκὸν Τηνία, ἀφ´ οὗ καὶ Ἥριννα Τηνία ποιήτρια. λέγεται καὶ Τηνεύς.
τρίτη νῆσος ἡ πρότερον Ἐρυθεία μεταξὺ Ἰβηρίας καὶ Γαδείρων. τετάρτη ἐν Κνίδῳ. πέμπτη μεταξὺ Λυδίας καὶ Καρίας. ἕκτη νῆσος Λιβύης πρὸς τῇ Κυρήνῃ. ἑβδόμη πόλις Λακωνική, μία τῶν ἑκατόν. ὀγδόη Σκυθίας παραλία πρὸς τὴν λῃστείαν εὔθετος. ἐνάτη Αἰθιοπίας. δεκάτη Κύπρου. εἰσὶ καὶ δύο νησίδια πλησίον τῆς Λιβύης. ἔστι καὶ Ἀλεξανδρείας. Τελμισσιάς, ἄκρα Λυκίας, ὡς Ἀρτεμίδωρος ἐν δεκάτῳ γεωγραφουμένων. Βολογεσ…