Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τιβαρηνία, χώρα πρὸς τῷ Πόντῳ, πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. τὸ ἐθνικὸν Τιβαρανοί καὶ Τιβαρηνοί, καὶ τὸ θηλυκὸν Τιβαρηνίς. Ἔφορος ἐν πέμπτῳ φησὶν ὅτι “Τιβαρηνοὶ καὶ τὸ παίζειν καὶ τὸ γελᾶν εἰσιν ἐζηλωκότες καὶ μεγίστην εὐδαιμονίαν τοῦτο νομίζουσιν. ὅμοροι δὲ τούτοις Χάλυβες καὶ τὸ τ…
Ἀττικῆς. Τευθρανία Μυσίας πόλις ἀπὸ Τεύθραντος. Τιβαρηνία χώρα πρὸς τῷ Πόντῳ πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. Τουρδητανία χώρα τῆς Ἰβηρίας, ἣ καὶ Βαιτίκη καλεῖται παρὰ τὸν Βαῖτιν ποταμόν. Ἀρτεμίδωρος δὲ Τουρτυτανίαν αὐτὴν καλεῖ. Σαρωνία ἐκαλεῖτο Τροιζήν. Τυρρηνία χώρα πρὸς τῷ Ἀδρίᾳ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή. …