Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τίβειον, τόπος Φρυγίας, ἀπὸ Τιβίου τινός. ἐκ τούτου καὶ Τιβίους τοὺς δούλους καλοῦσι.
Μούλιος, Βάκχιος. Αἴνιος ποταμὸς Περραιβίας. Φήμιος καὶ Εὐφήμιος, Λάϊος, Ἄγριος, Μάντιος, Αἴλιος. Κάλβιος κρήνη Λυκίας, ἣν καὶ Κελαινόν φασι. τινὲς δὲ αὐτὴν καὶ διὰ τοῦ 'μ' φασίν. Τίβιος ἀφ´ οὗ Τίβειον τόπος Φρυγίας. ἐκ τούτου καὶ Τιβίους τοὺς δούλους καλοῦσιν. «Κάριος Διὸς παῖς καὶ Τυρρηβίας, ὡς Νικόλαος τετάρτῳ, ὃς πλαζόμενος περί τινα λίμνην, ἥτις ἀπ´ αὐτοῦ Τυρρηβία ἐκλήθη, φθογγῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη καὶ αὐτὸς τοὺς Λυδοὺς ἐδ…
Τίβειον, τόπος Φρυγίας, ἀπὸ Τιβίου τινός. ἐκ τούτου καὶ Τιβίους τοὺς δούλους καλοῦσι.
…Καυκώνων πόλις. Ῥοίτειον πόλις Τρῳάδος. Φύτειον πόλις Ἤλιδος τῆς κοίλης ἀπὸ Φυτέως λέγει αὐτὴν ὠνομάσθαι Ἴστρος δʹ τῶν Ἠλιακῶν. Κράνειον γυμνάσιον ἐν Κορίνθῳ. Νάξειον τὸ ὄρος. Ἄσχειον πόλις Ἀχαΐας. Τήνειον πόλις Ἀχαΐας. Τίβειον τόπος Φρυγίας ἀπὸ Τιβίου τινός. Σύλειον πόλις Φρυγίας. ἐν δυσὶ 'λλ' καὶ δι´ ἑνός. γράφεται δὲ καὶ Σύλαιον. Φίνειον τόπος τοῦ Πόντου κτίσμα Φινέως. Χάλκεια πόλις Λιβύης. ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δημοσθένης, ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ…