Τιβεριάς

Stephanos of Byzantium - Ethnika

Τιβεριάς OCR ✓ Trans ✓ Confirmed ✓
city
Τιβεριάς, πόλις τῆς Ἰουδαίας πρὸς τῇ Τεννησαρίτιδι λίμνῃ. ἐκτίσθη δὲ ὑπὸ Ἡρώδου. ἐκ ταύτης ἦν Ἰοῦστος ὁ τὸν Ἰουδαϊκὸν πόλεμον τὸν κατὰ Οὐεσπασιανοῦ ἱστορήσας. ὁ πολίτης Τιβεριεύς. Ἰουλιανὸς δὲ ὁ βασιλεὺς Τιβεριοπολίτας ἐπέγραψε, καὶ δῆλον ὡς τῆς πόλεως καλουμένης Τιβεριουπόλεως· τὸ θηλυκὸν Τιβεριάς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.